
*Με αφορμή την εορτή του Αγίου Παϊσίου (12 Ιουλίου), ακούστε το απολυτίκιο του Αγίου με την μοναδική φωνή του Πρωτοψάλτη Ευγένιου Χαρδαβέλλα… Τις πρεσβείες του Αγίου Παϊσίου να έχουμε..
Ἀπολυτίκιον
Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Έτερον Ἀπολυτίκιον
Ἦχος γ ́. Θείας πίστεως.
Ὥσπερ ἄγγελος, φανεὶς ἐν κόσμῳ, ἐν τοῖς ἔτεσι, τοῖς τελευταίοις, χριστομίμητε Παΐσιε ὅσιε, ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι, ὡς παμφαέστατος ἥλιος ἔλαμψας, καὶ κατηύγασας, πιστῶν τὰ πλήθη τῇ χάριτι, τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.
Έτερον Ἀπολυτίκιον
Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Παΐσιε γέγονας, τῶν ἀσκητῶν ἡ κρηπίς, τοῦ Ἄθωνος κλέϊσμα, καὶ Σουρωτῆς ὁ τροφός, Κονίτσης τὸ καύχημα, σὺ γὰρ ἐπὶ τὰ ἴχνη, Ἀρσενίου ὁδεύσας, εἴληφας χαρισμάτων, τὴν πληθὺν Παρακλήτου, ἀφθόνως τοῖς σὲ τιμῶσιν, παρέχων τὰ πρόσφορα.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ’ ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, νέον Παΐσιον τιμήσωμεν.
Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, Ἄθωνος τὸ κλέος, μοναζόντων ὁ στολισμός, χαίροις Ἐκκλησίας, διδάσκαλος ὁ νέος, Παΐσιε θεόφρον, ἡμῶν τὸ καύχημα
Discover more from Σημεία Καιρών
Subscribe to get the latest posts sent to your email.
